Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.69 Joseph. BJ 5.76 (English) >>Joseph. BJ 5.83

5.73τί μένοιεν τί παθόντες ἀνέχοιντο τρία ταῖς ἀναπνοαῖς αὐτῶν ἐπιφρασσόμενα τείχη, καὶ τοῦ πολέμου μετʼ ἀδείας ἀντιπολίζοντος ἑαυτόν, οἱ δʼ ὥσπερ θεαταὶ καλῶν καὶ συμφόρων ἔργων καθέζοιντο τειχήρεις τὼ χεῖρε καὶ τὰς πανοπλίας παρέντες; 5.74καθʼ αὑτῶν ἄρα γενναῖοι μόνον ἡμεῖς, ἐξεβόησαν, Ῥωμαῖοι δὲ ἐκ τῆς ἡμετέρας στάσεως κερδήσουσιν ἀναιμωτὶ τὴν πόλιν.” τούτοις ἀθροίζοντες ἀλλήλους παρεκρότουν, 5.75καὶ τὰς πανοπλίας ἁρπάσαντες αἰφνιδίως ἐπεκθέουσι τῷ δεκάτῳ τάγματι καὶ διὰ τῆς φάραγγος ᾄξαντες μετὰ κραυγῆς ἐξαισίου τειχιζομένοις προσπίπτουσι τοῖς πολεμίοις. 5.76οἱ δὲ πρὸς τὸ ἔργον διῃρημένοι καὶ διὰ τοῦτο τὰ πολλὰ τεθεικότες τῶν ὅπλων, οὔτε γὰρ θαρρήσειν τοὺς Ἰουδαίους πρὸς ἐκδρομὴν ὑπελάμβανον καὶ προθυμουμένων περισπασθήσεσθαι τὰς ὁρμὰς τῇ στάσει, 5.77συνεταράχθησαν ἀδοκήτως, καὶ τῶν ἔργων ἀφέμενοι τινὲς μὲν ἀνεχώρουν εὐθέως, πολλοὶ δʼ ἐπὶ τὰ ὅπλα θέοντες πρὶν ἐπιστραφῆναι πρὸς τοὺς ἐχθροὺς ἐφθάνοντο παιόμενοι. 5.78προσεγίνοντο δὲ τοῖς Ἰουδαίοις ἀεὶ πλείους ἐπὶ τῷ κρατεῖν τοὺς πρώτους τεθαρρηκότες, καὶ τῶν ὄντων πολλαπλασίους ἐδόκουν σφίσι τε καὶ τοῖς πολεμίοις δεξιᾷ χρώμενοι τῇ τύχῃ. 5.79μάλιστα δὲ τοὺς ἐν ἔθει συντάξεως ὄντας καὶ μετὰ κόσμου καὶ παραγγελμάτων πολεμεῖν εἰδότας ἀταξία φθάσασα θορυβεῖ. διὸ καὶ τότε προληφθέντες οἱ Ῥωμαῖοι ταῖς ἐμβολαῖς εἶκον.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.69 Joseph. BJ 5.76 (English) >>Joseph. BJ 5.83

Powered by PhiloLogic